
Μεγάλη Παρασκευή
Οὐ φέρω βλέπειν σε Σταυρῷ τεταμένον,
Μήτηρ ἡ σὴ Παμβασιλεῦ ἀνεβόα,
ὃν ὑπὲρ φύσιν τέτοκα Υἱὸν καὶ Θεόν·
οἶδα γάρ σου Δέσποτα,
τὸ φιλάνθρωπον οἶδα,
ὅπως πάσχεις ἕνεκα,
τῆς βροτῶν σωτηρίας·
ἀλλ᾽ οὖν οὐ σθένω Τέκνον μητρικάς,
φέρειν ὀδύνας, Σταυρῷ καθορῶσά.
Ύμνος Αγίου Ιωσήφ Υμνογράφου
